Η ΕΠΙ ΓΗΣ ΖΩΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ ΚΑΙ ΠΕΡΙ ΕΝΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ

Η ΕΠΙ ΓΗΣ ΖΩΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ  ΚΑΙ ΠΕΡΙ ΕΝΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ

Η ΕΠΙ ΓΗΣ ΖΩΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ

ΚΑΙ ΠΕΡΙ ΕΝΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ

 

Ἡ ἐπὶ γῆς ζωὴ τῆς Θεοτόκου Μαρίας

 

 

Περὶ ἐνσαρκώσεως τοῦ Θεοῦ Λόγου

 

(Γρηγορίου τοῦ Θεολόγου, Λόγος ΛΘ’ εἰς τὰ Ἅγια Φῶτα)

 

«… Ἐπεὶ δὲ οὕτω ταῦτα, ἢ τοῦτο, ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ’ εἶναί τινας καὶ κάτω προσκυνητάς, ἵνα πληρωθῇ τὰ πάντα δόξης Θεοῦ, ἐπεὶ καὶ Θεοῦ· καὶ διὰ τοῦτο κτίζεται ἄνθρωπος, χειρὶ Θεοῦ τιμηθεὶς καὶ εἰκόνι.  Τοῦτον δὲ φθόνῳ διαβόλου καὶ πικρᾷ γεύσει τῆς ἁμαρτίας, Θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον παριδεῖν, οὐ Θεοῦ.  Τί γίνεται; Καὶ τί τὸ μέγα περὶ ἡμᾶς μυστήριον;  Καινοτομοῦνται φύσεις καὶ Θεὸς ἄνθρωπος γίνεται· καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατά ἀνατολὰς τῆς ἰδίας δόξης τε καὶ λαμπρότητος, ἐπὶ δυσμῶν δοξάζεται τῆς ἡμετέρας εὐτελείας καὶ ταπεινότητος, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι.  Οὐχ ὅ ἦν μεταβαλὼν (ἄτρεπτον γάρ), ἵνα χωρηθῇ ὁ ἀχώρητος, διὰ μέσης σαρκὸς ὁμιλήσας ἡμῖν, ὡς ἐκ παραπετάσματος, ἐπειδὴ καθορᾶν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως.  Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον Θεός, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθές, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον.  Ἐπειδὴ γὰρ ᾤετο ἀήττητος εἶναι τῆς κακίας ὁ σοφιστής, θεότητος ἐλπίδι δελεάσας ἡμᾶς, σαρκὸς προβλήματι δελεάζεται·  ἵν’ ὡς τῷ Ἀδὰμ προσβαλών, τῷ Θεῷ περιπέσῃ, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται, καὶ λυθῇ τὸ κατάκριμα τῆς σαρκός, σαρκὶ τοῦ θανάτου θανατωθέντος» (τῇ Ἀναστάσει).

 

Δαμασκηνὸς μοναχὸς Ἁγιορείτης

 

 

Βιβλιογραφία

 

1.         «Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας», ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου.

2.         Κείμενο τῆς Ἁγίας Γραφῆς, καὶ Ἱερὰ Παράδοσις τῆς Ὀρθοδόξου Ἐκκλησίας.

3.         «Ἑορτοδρόμιο» ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου.

4.         Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, «Λόγος εἰς τὰ Εἰσόδια τῆς Θεοτόκου».




Θεοδρομία
Powered by active³ CMS - 05/07/2020 4:38:22 πμ